Ancient Greek
Section 8
Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia 8
Not analysed yet
Ἐπιφύεται πάντοτε τῇ ἀκροάσει τοῦ θείου λόγου ταραχή. Ὁ γὰρ ἐχθρὸς τῶν ψυχῶν ὁ διάβολος, ἐπειδὴ βλέπει τὸν λόγον κατὰ τῆς ἑαυτοῦ πλάνης ἠκονημένα τὰ βέλη πέμποντα, συνεχῶς ἐπιθολοῖ τοὺς ἀκροατάς, ἵνα διαφεύγῃ τὸν ἔλεγχον τῆς ἀληθείας. Εὔτυχός τις νέος ἐθόλωσε τὴν Παύλου διδασκαλίαν καὶ ἐνταῦθά τις νέος ἐθόλωσε τοῦ λαοῦ τὴν ἀκρόασιν, ἵνα πλέον γυμνάσῃ τῶν ἀκροατῶν τὴν πρόθεσιν· ἡμεῖς δέ, ἀδελφοί, τῶν κυμάτων τὴν ζάλην φεύγοντες ἐπὶ τὸν εὔδιον λιμένα τῆς ἀληθείας τὸ σκάφος ὁρμίσωμεν. Οὐ γὰρ βούλομαι τὴν παρέκβασιν μηκύνουσαν ἐμποδίσαι τοῖς προκειμένοις.