Ancient Greek
σευηριανοῦ ἐπισκόπου γαβάλων λόγος εἰς τὰ θεοφάνια.
Severianus Gabalensis, In theophaniam (Ms Mr) 12
Not analysed yet
νῦν δέ, ἀδελφοί, ἡ δόξα ἐκείνη οὐ τὴν ἔρημον μόνην ἐπλήρωσεν, ἀλλὰ καὶ τὴν οἰκουμένην ἅπασαν · σήμερον γὰρ πανταχοῦ τῆς γῆς ὕμνοι καὶ θεολογίαι· ἀφ’ ἑσπέρας μέχρι τῆς δεῦρο ἑστήκασιν ἄνθρωποι καὶ ὕμνοις τὸν ὕπνον ἐνίκησαν· καὶ ἡ χάρις ἐδείκνυτο καὶ ἡ φύσις οὐκ ἠλέγχετο· καὶ μάλα εἰκότως· ὥσπερ γὰρ σίδηρος πυρὶ προσομιλήσας, ὃ μὲν ἦν, οὐκέτι φαίνεται, ὃ δὲ οὐκ ἦν, ἐπενδύεται οὐ τὴν φύσιν ἀποθέμενος, ἀλλ’ ἐν τῇ φύσει τὴν λαμπρότητα δεξάμενος, οὕτως καὶ ἡμεῖς καταξιωθέντες τοῦ ἁγίου πνεῦματος ἠρνησάμεθα τοῦ σώματος τὴν ἀσθένειαν καὶ ἐνεδυσάμεθα τοῦ πνεύματος τὴν ἐνέργειαν. ἔστηκεν ἡ ἐκκλησία λάμπουσα διόλου καὶ πληροῦται ἐπ’ αὐτῇ τὸ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ ἡμέρα μία . οὐκ εἶχεν ἡ νὺξ σκότος τῇ θεολογίᾳ φωτιζόμενη· οὐκ εἶχεν ἡ νὺξ τὸ σκότος· τῷ γὰρ θείῳ λόγῳ κατελάμπετο κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Δαβὶδ καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου, ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται. τοσοῦτον φῶς, οὗ τὸ κάλλος περιαστράπτει τὴν ἐκκλησίαν.