Ancient Greek
σευηριανοῦ ἐπισκόπου γαβάλων λόγος εἰς τὰ θεοφάνια.
Severianus Gabalensis, In theophaniam (Ms Mr) 13
Not analysed yet
ἐπιλάμπει δὲ οἷα βασιλείας στέφανος εὐπρεπείας ἐπάξιος τοῦ στεφανου τῆς βασιλείας, ὃν ὁ θεὸς δεδωκεν τῇ οἰκουμένῃ ἐξ ἀγαθῆς ῥίζης ἀγαθὸν ἀνθήσας κλάδον. ὅταν δὲ εἴπω ταῦτα, τὴν δυάδα τῶν ἀδελφῶν καὶ τὴν συμφωνίαν ᾄδω τῆς βασιλείας, ᾗ και τὸ θεῖον ἐπαληθεύει λόγιον τὸ ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὡς τεθεμελιωμένον βασίλειον. οὗτοι εἰσὶν οἱ δύο υἱοὶ τῆς πιότητος, οἳ παρεστήκασι τῷ κυρίῳ πάσης τῆς γῆς ,τὰ ἄνθη τῆς εὐσεβείας, ὑπουργοὶ τῆς ἀληθείας, οἱ τειχίζοντες τὴν ἐκκλησίαν, ἐπειδὴ καὶ ὁ Χριστὸς αὐτῶν χειρίζει τὴν βασιλείαν. ἐγὼ βλέπων τοὺς κλάδους μετὰ τῆς ῥίζης τὸν μακάριον βασιλέα βλέπω λάμποντα μετὰ τῶν τέκνων· οὐ γὰρ τέθνηκεν ἡ δόξα· ἐστὶν γὰρ μετὰ τῶν δικαίων· εἰς μνημόσυνον γάρ φησιν ἔσται δίκαιος. ὁρῶ αὐτὸν τὸν λάμποντα διὰ τῆς εἰκόνος ζώσης· ἐννοῶ τὰ προλαβόντα καὶ φρίττω, πῶς πάντα διεσκεδάννυτο τοῦ πολέμου τὸ φόβητρον τῇ πίστει τοῦ μεγάλου βασιλέως. ἡ πίστις ἐκείνη τοῦ πατρὸς τειχίζει τὰ τέκνα τῆς βασιλείας. ὁ θεὸς προηγουμένως ἐκείνου τοῦ βασιλέως προηγεῖται καὶ τῶν καρπῶν τῶν ἐκ τῆς εὐγενοῦς προελθόντων ῥίζης. εὐξώμεθα, ἀδελφοί, ἵνα φυλαχθῶσιν οἱ φωστῆρες τῆς εὐσεβείας, τὸ ἐπιτείχισμα τῆς ἐκκλησίας. ἀλλὰ μή τις νομίσῃ κολακίας εἶναι τὸν λόγον, ἀλλὰ ἀληθείας τὰ πράγματα. ναί, φησίν, καὶ ἄνθρωπος τειχίζει τὴν ἐκκλησίαν· πάνυ γε· οὐκ οἶδας, ὅτι ὁ θεὸς μεγάλα διδοὺς τοῖς ἀνθρώποις τὰ μικρὰ ζητεῖ παρ’ ἡμῶν; ἔδωκεν τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ζητεῖ παρὰ τῶν ἱερέων ἄρτους λέγων· θές μοι ἐπὶ τῆς τραπέζης ἄρτους ἐνώπιον μου. ἐδωκεν στύλον πυρὸς καί φησιν· θὲς τὸν λύχνον ἐνώπιον μου. τοσαύτην πηγὴν φωτὸς χαρίζει καὶ λύχνον δανίζει, ναί, ἵνα, δι’ ὧν μὲν ἐγὼ χαρίζομαι, τὴν ἀφθονίαν δείξω, δι’ ὧν δὲ προσαγάγετε, τὴν εὐχαριστείαν πληρώσετε.