Ancient Greek
σευηριανοῦ ἐπισκόπου γαβάλων λόγος εἰς τὰ θεοφάνια.
Severianus Gabalensis, In theophaniam (Ms Mr) 2
Not analysed yet
ὅρα μοι τὴν θεοπρέπειαν ταύτην καὶ αὐτῆς τῆς ἐκκλησίας κατάστασιν. ὅρα μοι τοῦ οὐρανίου πόθου τὴν ἄσβεστον λαμπάδα. ὅρα μοι τοῦ σώματος τὴν φύσιν ܕܡܬܥܢܐ τῇ τῶν ἀγγέλων λειτουργίᾳ· ἄνθρωποι ἀπὸ γῆς ὄντες καὶ γῆν οἰκοῦντες καὶ ἀποστρεφόμενοι τοῖς οὐρανίοις συναμιλλῶνται· κόσμοις ἠρνήσατο τοῦ σώματος τὴν φύσιν καὶ τῶν ἀγγέλων τὴν λειτουργίαν. τοιαύτη γὰρ ἡ ἐκκλησία τοῦ θεοῦ· πολιτεύεται μὲν ἐπὶ γῆς, τάξιν δὲ ἐπουρανίων ἔχει ταγμάτων. τί ἔργον τῶν ἐν οὐρανοῖς ἀγγέλων; θεῷ λειτουργεῖν. τί ἔργον τῶν ἐπὶ γῆς ὁσίων; τὸν θεὸν ἀνυμνεῖν. ὧν τοίνυν ὁμότιμος ἡ λειτουργία, ὁμότιμος καὶ ἡ ἀξία. διὰ τοῦτο ὁ μακάριος Δαβὶδ τὴν πνευματικὴν ἀνακρουόμενος λύραν καὶ τὸν σωτήριον τῆς θεολογίας ἀνακηρύττων ὕμνον ἔλεγεν, ὡς ἀρτίως ὑπεψάλαμεν· ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα.