Ancient Greek · ~3 min
σευηριανοῦ ἐπισκόπου γαβάλων λόγος εἰς τὰ θεοφάνια.
Severianus Gabalensis, In theophaniam (Ms Mr) 3
Not analysed yet
οὐδέπω ἀπήντησεν ὁ βασιλεὺς τῆς δόξης ,καὶ οἱ πρόδρομοι τῆς βασιλείας ἐκήρυττον · ὁ ποιμαίνων τόν Ἰσραήλ, πρόσχες. ὁ ποιμαίνων τόν Ἰσραήλ · εἰπέ, προφῆτα, τηλαυγῶς, ὃ λέγεις, σαφήνισον, ὃ κηρύττεις, ὁποῖον ποιμένα λέγεις. πολλοὶ γὰρ ἐποίμαναν, Μωϋσῆς ποιμήν ,Ἀαρὼν ποιμήν, ὡς λέγεις· ἐποίμανας γάρ, φησί ,τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών· ποιμὴν ἦν καὶ ὁ Δαβίδ · ἐξελέξατο γάρ, Δαβὶδ ,τὸν δοῦλον αὐτοῦ ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ. τί τοίνυν τῇ προσηγορίᾳ τοῦ ποιμένος κρύπτεις τὴν ἀξίαν τοῦ καταγγελλομένου; διόρθωσαι σαφῶς, ὃ λέγεις· εὐκρινεῖ καὶ ἀσυγχύτῳ χρῆσαι τῇ φωνῇ τοῦ κηρύγματος· λέγεις· ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ · ὅστις δὲ ποιμήν ἐστιν, οὔπω μηνύεις· κρύπτεις τοῦ κηρυττομένου τὴν ἀξίαν διὰ τὴν πρὸς ἄλλους ποιμένας ὁμωνυμίαν.