Ancient Greek
σευηριανοῦ ἐπισκόπου γαβάλων λόγος εἰς τὰ θεοφάνια.
Severianus Gabalensis, In theophaniam (Ms Mr) 8
Not analysed yet
καὶ ὁρᾶτε τὸ θαυμαστόν, ἀδελφοί, ὅτε παρῆλθεν ἐπὶ τὴν ἔνσαρκον οἰκονομίαν ὁ πρὸς ἡμᾶς ἐπιδημήσας δεσπότης ὁ ἄνθρωπος διὰ φιλανθρωπίαν γενόμενος· καὶ ἦν ξένον θαῦμα ὁ θεὸς ἐν ἀνθρώποις, ἐν δούλοις ὁ δεσπότης, ὁ ποιητὴς μετὰ τῶν ποιημάτων, ὁ ἁγιάζων μετὰ τῶν ἁγιαζομένων. τότε ὁ Ἰωάννης ἐκήρυττεν τὴν ἀξίαν καὶ ἦν ἰδεῖν ξένον θαῦμα, ἦν ἰδεῖν τὸν λύχνον δεχόμενον τὸν ἥλιον τῆς δικαιοσύνης ,Ἰησοῦν. τὸν πάντων λυτρωτὴν ὁ λυτρώσεως δεόμενος ἄνθρωπος ἐβάπτιζεν οὐ τόλμῇ προσαχθείς, ἀλλὰ προστάγματι δουλωθείς. τότε δή, τότε συνέδραμον δύο προφητικαὶ φωναί, φωνὴ βοῶντος ἐν τῷ ἐρήμῳ καὶ φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων . ὁ κήρυξ τῆς ἀληθείας ἐβόα καὶ ὁ θεὸς τῆς δόξης ἐβρόντα καὶ ἦν ἐκεῖ ἡ προσκυνουμένη τριὰς τὴν ἑαυτῆς δόξαν ἀπαστράπτουσα, πατὴρ ἄνωθεν τὸν υἱὸν κηρύττων, υἱὸς κάτωθεν πληρῶν τὴν ἔνθεον οἰκονομίαν, τὸ πνεῦμα τὸ ἅγιον ἐπισφραγίζον τὴν θεοπρεπῆ μυσταγωγίαν· καὶ φωνὴ τοσαύτη γίνεται μαρτυροῦντος ἄνωθεν τοῦ πατρὸς τῷ ἑαυτοῦ μονογενεῖ ὡς σχισθῆναι τοὺς οὐρανοὺς· ἀναβαίνοντος γάρ φησιν τοῦ Ἰησοῦ ἀπὸ τοῦ ὕδατος ἐσχίσθησαν οἱ οὐρανοί. ἐκ τῆς φωνῆς τῆς τοσαύτης μαρτυρίας φρίξαντες τὴν ἔνθεον οἰκονομίαν.