Ancient Greek
σευηριανοῦ ἐπισκόπου γαβάλων λόγος εἰς τὰ θεοφάνια.
Severianus Gabalensis, In theophaniam (Ms Mr) 7
Not analysed yet
ἀλλ’ ἐρεῖ τις ἴσως τῶν περιεστώτων· τί οὖν πρὸς ἐμὲ τὸν λαϊκόν, εἰ προφητείαν καὶ ἀποστολὴν καὶ ἱερωσύνην ἐνεδύσατο; τί πρὸς ἐμὲ τὸν ἐν λαϊκῇ τάξει κατειλεγμένον; μάλιστα μὲν διὰ πάντας ἀνθρώπους γέγονεν ἄνθρωπος ὁ φιλάνθρωπος, εἰ δὲ βούλει αὐτὸν καὶ λαϊκοῦ τάξιν ὑπερχόμενον διὰ σὲ ἰδεῖν ,ἀνάκρινον παρὰ σαυτῷ καὶ σκόπησον τὸ ῥηθησόμενον· ὁμολογουμένως ὁ βαπτίζων ἐν χώρᾳ ἐστὶν τοῦ ἱερέως, ὁ δὲ βαπτιζόμενος ἐν τάξει τοῦ λαϊκοῦ καθέστηκεν. ὅρα οὖν Ἰωάννην βαπτίζοντα ἐν τάξει ἱερέως καὶ βαπτιζόμενον Χριστὸν ἐν λαϊκῷ τάγματι. σήμερον γάρ, ἀδελφοί, σήμερον τὴν διὰ τῶν ὑδάτων ὑπῆλθεν οἰκονομίαν οὐκ ἐκ τῶν ὑδάτων ἁγιαζόμενος, ἀλλὰ τοῖς ὕδασι τὸν ἁγιασμὸν παρεχόμενος. Ἰωάννης ἐπλήρου τὸ σχῆμα τὸ ἱερατικόν, προσέρχεται ὁ λυτρωτὴς τῆς οἰκουμένης τῷ βαπτίζοντι ἐν ὕδατι, ὁ φωτίζων ἐν πνεύματι, ὁ βασιλεὺς τῷ προδρόμῳ, ὁ θεὸς τῷ προφήτῃ. Ἰωάννης, ἀδελφοί, οὐκ ἠγνόησεν τὴν ἀξίαν διὰ τὴν οἰκονομίαν· οὐκ ἔσφαλεν αὐτὸν τὸ σχῆμα τοῦ σώματος· οὐκ ἠπάτησεν αὐτὸν ἡ φαινομένη σάρξ, ἀλλὰ περιέλαμπεν αὐτὸν ἡ κρυπτομένη δύναμις, ἣν καὶ τοῖς ἀγνοοῦσιν ἐκήρυττεν ὁ λύχνος τοῡ χριστοῦ μου δια του προφήτου . λύχνος γὰρ ἦν ἅγιος ὁ θαυμάσιος λύχνος, περὶ οὗ τὸ ἡτοίμασα λύχνον τῷ χριστῷ μου . λύχνος δὲ ὁ Ἰωάννης προσηγόρευτο, οὐκ ἐπειδὴ τῷ θεῷ λόγῳ, τῷ φωτὶ τῷ ἀληθινῷ, χρεία ἦν τῆς ἀπὸ τοῦ λύχνου προσθήκης –ἥλιος γὰρ ἦν δικαιοσύνης –,ἀλλ’ ἐπειδὴ τὸν ἐν σαρκὶ κρυπτόμενον χριστὸν ἐγνώρισεν ὡς ἐν νυκτὶ τῇ ἰουδαικῇ καταστάσει τὸν λύχνον ἀπαστράπτων τοῦ θείου λόγου, καλεῖται λύχνος εἰκότως.