Ancient Greek
Section 15
Severianus Gabalensis, Quomodo animam acceperit Adamus (Ms Aa) 15
Not analysed yet
Ἀλλ’ οἶδα ὅτι καιρὸς τῇ λειτουργίᾳ παραχωρεῖν. Πάντα γὰρ δυνατὰ τῷ θεῷ, ὥστε καὶ ἡμῖν ἐμβαλεῖν τῶν λειπομένων τὴν ἔννοιαν καὶ τοῖς ἀκροαταῖς ἐκ μέρους παριστᾶν παντὸς λόγου τὴν δύναμιν. Δίδου γὰρ σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται. Εὐχαριστήσωμεν οὖν τῷ θεῷ, ὅτι παράδεισον ἕνα ἀπωλέσαμεν καὶ μυρίους παραδείσους ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐφύτευσεν. Εὐχαριστήσωμεν τῷ θεῷ, ὅτι παράδεισον διὰ τὴν παράβασιν ἀπολέσαντες, εἰς βασιλείαν οὐρανῶν ἐκλήθημεν· διὰ τῆς χάριτος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.