Ancient Greek
Section 14
Severianus Gabalensis, Quomodo animam acceperit Adamus (Ms Aa) 14
Not analysed yet
Ἀκριβῶς οὖν πρόσεχε τοῖς λεγομένοις· Ὥσπερ τῷ Ἀδὰμ ὕπνον ἐνέβαλεν ὁ θεὸς καὶ τότε τὴν πλευρὰν ἀπέσπασεν ,οὕτω τοῦ σωτῆρος τὴν κοινὴν κοίμησιν ὑποστάντος κατὰ τὸ σῶμα, τότε ἡ πλευρὰ ἐνύγη. Καὶ γὰρ τότε μετὰ τὸν ὕπνον καὶ νῦν μετὰ τὴν κοίμησιν οἱ στρατιῶται αἷμα ἰδόντες υἱὸν θεοῦ ἐκήρυξαν. Οἱ δὲ αἱρετικοὶ καὶ θαῦμα βλέποντες, κτίσμα λέγουσι. Διὰ τί δέ, ἀδελφοί, τῇ λόγχῃ ὑπήντησεν ἡ πλευρά ; Ἔδει ἐν τῷ σχήματι τοῦ σταυροῦ πάντα λυθῆναι τὰ κατὰ τοῦ Ἀδάμ. Ἐπειδὴ γὰρ ἐκβαλὼν ὁ θεὸς τὸν Ἀδὰμ ἀπὸ τοῦ παραδείσου τὴν φλογίνην ῥομφαίαν τὴν κωλύουσαν αὐτὸν περιέθηκεν εἰσέρχεσθαι εἰς τὸν παράδεισον, ἡ δὲ ῥομφαία ἦν στρεφομένη. Πᾶν δὲ τὸ στρεφόμενον ἕως ἂν συγκρούσῃ τινὶ τῶν ἀντιπιπτόντων οὐχ ἵσταται. Ἴστε δὲ ἀπὸ τῆς πείρας, ἀδελφοί, τὸ λεγόμενον, ὅτι πᾶν τὸ στρεφόμενον, ἐὰν μή τινι συγκρούσῃ, οὐχ ἵσταται τοῦ οἰκείου δρόμου. Ἐπεὶ οὖν οὐδεὶς ἠδύνατο ἀντιστῆναι τῇ πυρίνῃ ῥομφαίᾳ, ἐν τῇ οἰκονομίᾳ τοῦ σταυροῦ τῷ σχήματι τῆς ῥομφαίας ἀντέθηκε τὴν πλευράν, ἵνα διὰ τῆς αἰσθητῆς λόγχης ἡ νοητὴ ῥομφαία συγκρούσασα τῇ πλευρᾷ, παύσηται λοιπὸν τῆς ἀπειλῆς καὶ μηκέτι τοῖς ἀνθρώποις τὴν εἴσοδον ἀποκλείσῃ τοῦ παραδείσου. Ἐδέξατο τοίνυν ὁ κύριος τὴν ῥομφαίαν διὰ τῆς πλευρᾶς καὶ εὐθέως ἠνοίγη ἡ θύρα τοῦ παραδείσου. Ἐπήγασεν ἀπὸ πλευρᾶς ἡ θεραπεία τῷ πληγέντι διὰ πλευρᾶς. Ἐξήγαγεν αὐτὸν τὰ πρῶτα τοῦ παραδείσου καὶ ἐπὶ τέλει τὸν αὐτὸν εἰσήγαγεν εἰς τὴν βασιλείαν. Ἐπαίδευσεν, ἀλλ’ ἠλέησεν· ἐξέβαλεν ἀλλ’ οὐκ ἠφάνισεν· ἀπέστρεψεν, ἀλλ’ οὐκ ἐξέωσεν.