Ancient Greek · ~3 min
Section 3
Severianus Gabalensis, Quomodo animam acceperit Adamus (Ms Aa) 3
Not analysed yet
Τὸ μὲν πόθεν ἔλαβε καὶ τὶ ἔπλασεν, ἔμαθες· τὸ δὲ πῶς μετεποίησεν, οὐ παρέλαβες τὸν λόγον. Τὴν πλάσιν εἶπε, τὸν δὲ τρόπον ἀπέκρυψεν, ἵνα μάθῃς μὴ περιεργάζεσθαι θεοῦ δημιουργίαν. Εἰ δὲ θεοῦ δημιουργίαν οὐκ ἐπετράπης περιεργάζεσθαι, πολλῷ μᾶλλον θεοῦ γέννησιν πολυπραγμονεῖν οὐκ ὀφείλεις. Ἔπειτα μὲν τετράποδα ποιῶν ὁ θεός, ὁμοῦ μετὰ τῶν σωμάτων καὶ τὰς ψυχὰς ἐπήγαγε. Τὸν δὲ ἄνθρωπον πλάττων, πρῶτον κατασκευάζει τὸ τοῦ σώματος ὄργανον, καὶ τότε τὴν ψυχὴν δημιουργήσας ἐνέθηκε. Διὰ τί; Ἵνα καὶ ἐν τούτῳ δείξῃ τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου. Ἐπειδὴ γὰρ τὰ μὲν ἄλλα ζῷα καὶ τὰ κτήνη λυόμενα θανάτῳ, συναφανίζει τῷ σώματι καὶ τὴν ψυχήν, ἐκεῖθεν αὐτῶν λέγει τὴν γένεσιν, ὅπου πάλιν τὸ πᾶν ἤμελλεν ἀφανίζεσθαι. Τὸ μὲν οὖν σῶμα ἀπὸ γῆς λαμβάνει τὸν ἄνθρωπον πλάσας θεός, τὴν δὲ ψυχὴν ἐμφυσᾷ.