Ancient Greek · ~4 min
Section 4
Severianus Gabalensis, Quomodo animam acceperit Adamus (Ms Aa) 4
Not analysed yet
Καὶ μικρὸν ἀνάμεινον, ἵνα σοι τὸν λόγον τοῦ ἐμφυσήματος κατὰ τὸ ἐγχωροῦν παραστήσω. Ἐκ προοιμίων γὰρ καὶ τούτῳ καὶ τὴν ἐλπίδα τῆς ἀναστάσεως ὑπογράφει. Πλάττει τὸ σῶμα πρῶτον. Καὶ πρῶτον ὁ ἄνθρωπος ἔλαβεν εἰκόνα νεκράν, καὶ τότε ζῶσαν τὴν ἐνέργειαν τῆς ψυχῆς ἐδέξατο. Πρῶτον ἐδείχθη νεκρός, εἶτα ζῶν. Πρῶτον ἔπλασε σῶμα νεκρόν, εἰς ὃ ἤμελλε καταλήγειν ὁ ἄνθρωπος. Εἶτα ὅτε ἀπετέλεσε τὸ νεκρὸν σῶμα, τότε ἀπέδωκε τὸν χαρακτῆρα. Καὶ οὐ ποιεῖ τὴν ψυχὴν πρῶτον, ἵνα μὴ γένηται αὐτόπτης τῶν γινομένων. Οὐ ποιεῖ τὴν ψυχὴν παρεῖναι τῇ δημιουργίᾳ, ἵνα μὴ καυχήσηται, ὡς συνεργὸς οὖσα τοῦ θεοῦ. Καὶ οὐ μόνον, ἵνα μὴ καυχήσηται, ἀλλ’ ἵνα μηδὲ τὸν τρόπον ἴδῃ τοῦ γινομένου. Τοῦτο καὶ νῦν ποιεῖ ὁ θεός. Καὶ γὰρ ἕκαστον ἡμῶν πλάττει ἐν τῇ κοιλίᾳ. Καὶ πῶς πλάττει, οὐδενὶ βλέπειν συνεχώρησε. Σπειρόμεθα καὶ πλαττόμεθα, καὶ ἡ μὲν φύσις τὸν δρόμον διανύει, τὸν δὲ τρόπον τῆς πλάσεως οὐδεὶς καταλαμβάνει. Ὢ τοῦ θαύματος. Κτίζεται ναὸς ἐν ναῷ, οἶκος ἐν οἴκῳ κατασκευάζεται. Καὶ ὁ ἔξωθεν οἶκος οὐκ αἰσθάνεται.