Ancient Greek
537.3
Severus Rhetor, Diegemata kai ethopoiiai 537.3
Unproofread scanNot analysed yet
Ἰον τὸ ἄνθος, ἐξ ἧς ὀνομάζεται γέγονεν· ἥρα μὲν γὰρ ὁ Ζεὺς τῆς Ἰοῦς· ἐρῶν δὲ ἐπλησίαζε· καὶ συνὼν λαθεῖν ἐπετράτο τὴν Ἥραν· καὶ τὸν ἐλεγχον μεταβολὴν ἐποιεῖτο τῆς φύσεως· καὶ τὸ γεγονὸς ὑποκλέψαι δοκῶν, εἰς βοῦν μεταβάλλει τὴν ἄνθρωπον· τιμῶσα δὲ ἡ γῆ τὴν τοῦ Διὸς ἐρωμένην, ἄνθος ἄνηκε τῇ βοῖ νέμεσθαι· καὶ γεγονὸς δι’ αὐτήν, ἐξ’ αὐτῆς ὀνομάζεται. Καὶ δηλοῖ τῆς κόρης τὰς τύχας τοῖς χρώμασιν· ἐρυθραίνεται μὲν γὰρ οἷα παρθένος· πορφύρεται δὲ οἷα βοὺς· καὶ λευκαίνεται δηλοῦν τὴν ἐν ἄνθεσι τῆς κόρης μεταβολὴν ὅσα τε βλαστήματα φαίνεται, γέγονε γηγενῆ.