Ancient Greek
537.4 to 538.28
Severus Rhetor, Diegemata kai ethopoiiai 537.4-538.28
Unproofread scanNot analysed yet
2. 2 Τὸ κατὰ τὸν Ὑάκινθον. Ἡνεγκεν ὁ χρόνος Ὑάκινθον· ἐν νέοις τὸ πρῶν, ἐν ἄνθεσιν ὑστερον· μειράκιον γὰρ ἦν Ἀμύκλειον πρότερον ὥρα σώματος ἐραστὴν ἐργαζόμενον τὸν Ἀπόλλωνα τε καὶ ξέφυρον· ἑκατέρου δὲ προσαγομένου τῷ νέῳ πρὸς Ἀπόλλωνα τρέπεται· καὶ χαλεπήνας ἐπὶ τούτοις ὁ ξέφυ- ρος, φυλάττει τὸν νέον δισκεῦοντα· καὶ ἀντιπνεύσας τῇ πνοῇ βιαϊότερον, τὴν αὐτοῦ βολὴν εἰς αὐτὸν μετεστήσα- το, τὸν αὐτὸν βάλλοντα δεικνὺς καὶ βαλλόμενον· γῆ δὲ ἐλθοῦσα τὸ πάθος ἀνῆκεν ὁμώνυμον· τὴν μνήμην τοῦ νέου φυλάττουσα. Τὸ κατὰ Νάρχισσον. Παραλόγου πάθους ὁ λόγος ὑπῆρξε παραλογώτερος· Νάρχισσος γὰρ ἦν ἐρῶν οἴκοθεν καὶ φθειρόμενος οἴκοθεν· ὥρα μὲν γὰρ διέφερε σώματος· οὐδὲν δὲ τὴν ὥραν καὶ τὸν πόνον ἐκτήσατο· καταλαμβάνει γὰρ πηγὴν ὁ πιώμενος· θεατῆς δὲ τῆς οἰκείας μορφῆς καταστάς, ἐραστῆς ὁ αὐτὸς καὶ θεατὴς κατεραίνετο· ἥρα δέ, οὐδὲν αὐτὸς ἐξ αὑτοῦ καταφθείρεται· ἐράμενος ἦν ἐραστήν οὐ κτησάμενος· ἀλλ’ ἐπὶ πηγὴν ἑαυτὸν ἐπαφεῖς, ἔστεργε μὲν τὴν σκιὰν ὡς ἐρώμενος· ἑαυτοῦ δὲ λαβόμενος, ἑαυτὸν ἐναφήκε τοῖς ὕδασι· καὶ παραψυχὴν τοῦ πάθους ζητῶν βίου στέρησιν εὗρατο, τασοῦτον τῆς τελευτῆς ὀνησάμενος, ὅσον εἰς τέλος μεταπεσεῖν· καὶ δηλοῖ τὴν μνήμην ὁμώνυμῳ βλαστήματι. Διήγημα τὸ κατὰ τὸν Ἀρίωνα. Ἀρίων ὁ Μηθυμναῖος¹ πρὸς κιθάρας ἠσκεῖτο τέχνην· Περίανδρῳ δὲ τυράννῳ συνὼν, εἰς Ἰταλίαν ἀπέπλει· ὁρμώμενος δὲ ἐκ Τάραντος, νεὼς μὲν Κορινθίας ἐπέβη· παρὰ δὲ τῶν συμπλεόντων ἐπιβουλὴν ὑφιστάμενος ἀνεβάλλετό τι τῆς μουσικῆς· καὶ δελφῖν τῷ μέλει κατακλούμενος παρασκιρτᾷ τῇ νηῖ· καὶ κατὰ τοῦ πελάγους ἐκριφθέντα τὸν Ἀρίωνα φέρον ἐπὶ τῶν ὤμων ἐξέσωσε· καὶ νῦν παρὰ τὸν Ταίναρον Ἀρίων ἵσταται ἐπὶ χαλκοῦ δελφῖνος σχήματος, τῆς πάλαι τύχης σώζων ὑπόμνημα. 5. Τὸ κατὰ τὸν Ἴχαρον.