Ancient Greek
539.3
Severus Rhetor, Diegemata kai ethopoiiai 539.3
Unproofread scanNot analysed yet
6. Τὸ κατὰ τὸν Ὦτον καὶ Ἐφιάλτην. Ὦτος καὶ Ἐφιάλτης Ἀλθέος προῆλθον ἴσα καὶ φρονήματα καὶ μέτρον ἐν σώματι ἔχοντες· μεγέθει γὰρ διαφέρουσι σώματος, βατὸν ἑαυτοῖς τὸν οὐρανὸν κατεσκεύαζον· καὶ ὄρος ἐπ’ ὄρει θέντες ἀνῆσαν χαλεπήνας δὲ ἐπὶ τούτοις ὁ Ζεὺς ἐνὶ κεραυνῷ τὴν ἐπιχείρησιν ἐπανσε· δακρύουσα δὲ τὸ πᾶθος ἡ ἀδελφὴ δένδρου φύσιν ἠλλάξατο· καὶ μεταβαλοῦσα τὴν φύσιν, τὸ μέγεθος οἷα γέγονεν, ἔμεινεν· ὅθεν ἡ ποίησις οὐρανομηχὴ τὴν ἑλάτην προσήγαγεν. —