Ancient Greek
539.2
Severus Rhetor, Diegemata kai ethopoiiai 539.2
Unproofread scanNot analysed yet
Λαιδάλου γέγονεν Ἴχαρος· καὶ τὴν τέχνην τοῦ φύσαντος εἰς ἐπιθυμίαν ἔσχε παράλογον· πτερωτὸς γὰρ ἐπεθύμει ἀέρεσθαι· καὶ προσελθὼν τῷ πατρὶ τὴν τέχνην τοῦ πηροῦ κέκληκε σύμμαχον· ὁ δὲ τήξας κηρὸν πτερὰ τοῖς ὤμοις προσεπέλασε· καὶ τέχνῃ πιστεύσας ὁ παῖς εἰς ὕψος αἴρεται· καὶ κατέστη μετέωρος· καὶ πρὸς τὸ πέλαγος πεσὼν ἀπώλετο τὸν κηρὸν ἡλίου διατήξαντος· χάντεύθεν ὄνομα τῇ θαλάσσῃ γεγέννηται, διόπερ Ἴκαριον προσαγορεύεται πέλαγος.