Ancient Greek
544.1
Severus Rhetor, Diegemata kai ethopoiiai 544.1
Unproofread scanNot analysed yet
τῆς συνοίκου τὸν ἐνεργετήσοντα παρεσκεύασε· καὶ ὡς 10 ἔοικεν μνηστήρ ὑπῆρχεν ὁ ξένος ὁ βάρβαρος, κἀγὼ τῇ συνοίκῳ μοιχὸν ἔτρεφον ἀγνοούμενον. οὐχ ἡμᾶς μόνον ἠδίκησας, ἄνθρωπε, πάντας δὲ μᾶλλον, ὅσοι τῆς αὐτῆς 5 πατρίδος στεροῦνται· τίς γὰρ ἡμᾶς ὑποδέξεται ξένον, 11 τίς ἐλεεῖν δυστυχοῦντας ἀνέξεται, πρόδηλον ἔχων ἐκ τῆς εὐσεβείας τὸν κίνδυνον; τίς οἰκτείρεω ἐθελήσει πενόμενον, ἵνα πείνης αὐτὸς παρ’ ἐκείνου γενήσεται; τί οὖν; στρατεύειν κατ’ ἐκείνου καιρὸς, καὶ ἢ τοῖς ἐμοῖς 10 συναπόλλυσθαι, ἢ τιμωρεῖσθαι τὸν ἀδικήσοντα.