Ancient Greek
544.2
Severus Rhetor, Diegemata kai ethopoiiai 544.2
Unproofread scanNot analysed yet
5 Τίνας ἂν εἴποι λόγους Βρισηῖς ἀπαγομένη ὑπὸ τῶν κηρύκων. Μετὰ πατρίδος ἀπώλειαν, μετὰ βασιλέως 12 ἀναίρεσιν, μετὰ τοσοῦτον δυστυχημάτων κατάλογον, ἐκ δευ- 15 τέρου πάλιν αἰχμάλωτος γίνομαι. Ἕλληνες καθ’ ἡμῶν ἐστρατεύοντο, 13 καὶ γέγονα δορυάλωτος, Ἕλληνες καθ’ Ἑλλήνων γεγόνασι, καὶ πρὸς δουλείαν ἀπάγομαι· καὶ εἰ μὴ μόνος, ὡς ἔοικεν, ἐλευθερώσει με θάνατος, βίος δουλεύων οὐ παύσεται.