Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 1-11
Not analysed yet
τὰς μὲν κομιζομένας ὑπὸ τῶν σκεπτικῶν ἀπορίας εἴς τε τὸ λογικὸν καὶ φυσικὸν τῆς φιλοσοφίας μέρος πρότερον ἐπεληλύθαμεν, ὑπόλοιπον δέ ἐστι καὶ τἀς εἰς τὸ ἠθικὸν φέρεσθαι δυναμένας προσυποτάττειν· οὕτω γὰρ ἕκαστος ἡμῶν τὴν τελείαν καὶ σκεπτικὴν ἀπολαβὼν διάθεσιν κατὰ τὸν Τίμωνα (fr. 67 Diels) βιώσεται ῥῇστα μεθ’ ἡσυχίης αἰεὶ ἀφροντίστως καὶ ἀκινήτως κατὰ ταὐτά, μὴ προσέχων δίνοις ἡδυλόγου σοφίης.