Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 2-8
Not analysed yet
ἀλλ’ ἐπεὶ τὴν ἠθικὴν θεωρίαν συμφώνως σχεδὸν ἅπαντες ὑπειλήφασι περὶ τὴν τῶν ἀγαθῶν τε καὶ κακῶν διάκρισιν γίνεσθαι, καθὸ καὶ ὁ πρῶτος αὐτὴν δόξας κεκινηκέναι Σωκράτης παρήγγειλεν ὡς ἀναγκαιότατον ζητεῖν δ’ 392) ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται, δεήσει καὶ ἡμᾶς ἐν ἀρχαῖς εὐθὺς περὶ τῆς ἐν τούτοις διαφορᾶς σκοπεῖν. ἁ τίς ἔστιν ἡ ὁλοσχερὴς τῶν κατὰ τὸν βίον πραγμάτων διαφορά