Ancient Greek
1 to 7
Sextus Empiricus, Adversus mathematicos 1-7-7
Not analysed yet
‘O μὲν καθόλου τῆς σκεπτικῆς δυνάμεως χαρακτὴρ μετὰ τῆς προσηκούσης ἐξεργασίας ὑποδέδεικται, τὰ μὲν προηγου- μένως τὰ δὲ καὶ κατὰ διορισμὸν τῶν παρακειμένων φιλοσοφιῶν ἐκτυπωθείς (Hyp. I 210 sqq.) · ἀπολείπεται δὲ ἑξῆς καὶ τὴν ἐπὶ τῶν κατὰ μέρος αὐτοῦ χρῆσιν διδάσκειν εἰς τὸ μήτε ἰδίᾳ περὶ τῶν πραγμάτων σκεπτομένους μήτε τοῖς δογματικοῖς ἀνταίροντας ῥᾳδίως προπίπτειν. ἀλλ’ ἐπεὶ ποικίλον τι χρῆμα φιλοσοφία, δεήσει πρὸς τὸ κατὰ τάξιν καὶ ὁδῷ ζητεῖν ἕκαστον ὀλίγα περὶ τῶν ταύτης μερῶν διαλαβεῖν. αὐτίκα γὰρ οἱ μὲν μονομερῆ δοκοῦσιν αὐτὴν ὑποτεθεῖσθαι, οἱ δὲ διμερῆ, τινὲς δὲ τριμερῆ, καὶ τῶν ‘ὲν μέρος ὐποστησαμένων οἱ μὲν τὸ φυσικόν, οἱ δὲ τὸ ἠθικόν, ἄλλοι δὲ τὸ λογικὸν ὑπεστήσαντο, καὶ ὡσαύτως τῶν κατὰ δυάδα διαιρούντων οἱ μὲν εἰς τὸ φυσικὸν καὶ τὸ λογικὸν διεῖλον, οἱ δὲ εἰς τὸ φυσικὸν καὶ ἠθικόν, οἱ δὲ εἰς τὸ λογικὸν καὶ ἠθικόν· οἱ μὲν γὰρ εἰς τρία διαιροῦντες συμφώνως εἰς τὸ φυσικὸν καὶ λογικὸν καὶ ἠθικὸν διῃρήκασιν. φυσικὸν μὲν οὖν μόνον ὑπεστήσαντο μέρος Θαλῆς τε καὶ Ἀναξιμένης καὶ Ἀναξίμανδρος, Ἐμπεδοκλῆς τε καὶ Παρμενίδης καὶ ‘Ηράκλειτος, ὧν Θαλῆς μὲν καὶ Ἀναξιμένης καὶ Ἀναξί- μανδρος κατὰ πάντας καὶ ἀναμφιλέκτως ,ὁ δὲ Ἐμπεδοκλῆς καὶ Παρμενίδης ἔτι δὲ Ἡράκλειτος οὐ κατὰ πάντας. Ἐμπεδοκλέα μὲν γὰρ ὁ Ἀριστοτέλης (fr. 65 Eose) φησὶ πρῶτον ῥητορικὴν κεκινηκέναι, ἁ ἴ’, ἧς ἀντίστροφον εἶναι τὴν διαλεκτικήν (Rhet. 1354a 1), τουτέστι ἰσόστροφον, διὰ τὸ περὶ τὴν αὐτὴν ὕλην στρέφεσθαι ,ὧς καὶ ἀντίθεον ὁ ποιητὴς ἔφη τὸν Ὀδυσσέα, ὅπερ ἦν ἰσόθεον· Παρμενίδης δὲ οὐκ ἂν δόξαι τῆς διαλεκτικῆς ἀπείρως ἔχειν, ἐπείπερ πάλιν Ἀριστοτέλης (ib.) τὸν γνώριμον αὐτοῦ Ζήνωνα διαλεκτικῆς ἀρχηγὸν ὑπείληφεν. ἐζητεῖτο δὲ καὶ περὶ Ἡρακλείτου, εἰ μὴ μόνον φυσικός ἐστιν ἀλλὰ καὶ ἠθικὸς φιλόσοφος.