Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 8-5
Not analysed yet
πλὴν οἱ μὲν τοῦ φυσικοῦ μέρους προστάντες εἰσὶν οἶδε, τοῦ δὲ ἠθικοῦ μόνου ἐπεμελεῖτο Σωκράτης κατά γε τοὺς ἄλλους αὐτοῦ γνωρίμους, εἴγε καὶ ὁ Ξενοφῶν ἐν τοῖς ἀπομνημονεύμασι (I 1, 11 sqq.) ῥητῶς φησιν ἀπαρνεῖσθαι αὐτὸν τὸ φυσικὸν ὧς ὑπὲρ ἡμᾶς καθεστηκὸς καὶ μόνον σχολάζειν τῷ ἠθικῷ ὡς πρὸς ἡμᾶς ὄντι. τοιοῦτον δ’ αὐτὸν οἶδε καὶ ὁ Τίμων, ἐν οἶς φησιν (fr. 25 Diels) ἐκ δ’ ἄρα τῶν ἀπέκλινεν <ὁ> λαξόος, ἐννομολέσχης, τουτέστιν ἀπὸ τῶν φυσικῶν ἐπὶ τὴν ἠθικὴν θεωρίαν· διὸ καὶ ἐννομολέσχης προσέθηκεν, ἅτε τοῦ ἠθικοῦ μέρους ὄν- τος τοῦ περὶ νόμων διαλέγεσθαι.