Ancient Greek
106 to 109
Sextus Empiricus, Adversus mathematicos 106-5-109
Not analysed yet
ἄλλως τε τὸ ἀνύπαρκτόν τι ποιοῦν ποιεῖ τι, τὸ δὲ ποιοῦν ἔστι καὶ ὑπάρχει· <. . . >ἡ ἄρα ἀπόφασις μὴ οὐδὲ ποιήσει τι ἀνύπαρκτον. λείπεται ἄρα λέγειν μήτε ὑπάρχειν αὐτὴν μήτε μὴ ὑπάρχειν. ἀλλ’ εἰ τοιαύτη ἐστί, πῶς πάλιν μήτε ὑπάρχουσα μήτε μὴ ὑπάρχουσα τῷ μὲν ὑπάρχοντι προσελθοῦσα ἀνυπαρξίαν ποιεῖ, τῷ δὲ μὴ ὑπάρχοντι ὕπαρξιν; ὡς γὰρ τὸ μήτε θερμὸν μήτε ψυχρὸν τῷ θερμῷ προσελθὸν οὐ δύναται ποιῆσαι ψυχρόν, οὐδὲ τῷ ψυχρῷ θερμόν, οὕτως ἄλογόν ἐστι τὸ μήτε ὑπάρχον μήτε μὴ ὑπάρχον τῷ μὲν ὑπάρχοντι προσελθὸν ἀνυπαρξίαν ποιεῖν, τῷ δὲ ἀνυπάρκτῳ ὕπαρξιν. τὰ δὲ αὐτὰ ἐνέσται ἀπορεῖν καὶ ἐὰν κατὰ τὶ μὲν ὑπάρχειν λέγωσι τὴν ἀπόφασιν, κατὰ δέ τι ἀνύπαρκτον εἶναι. Νῦν δὲ ἐπὶ ποσὸν ψηλαφηθείσης τῆς ἐπὶ τῶν ἁπλῶν ἀξιωμάτων παρὰ τοῖς διαλεκτικοῖς νομοθεσίας, μετίωμεν καὶ τὴν ἐπὶ τῶν οὐχ ἁπλῶν. καὶ δὴ οὐχ ἀπλᾶ μέν ἐστιν ἀξιώματα τὰ ἀνώτερον προειρημένα, ἅπερ ἐξ ἀξιώματος διαφορουμένου ἢ <ἐξ> ἀξιωμάτων διαφερόντων συνέστηκε ἐν οἶς σύνδεσμος ἢ σύνδεσμοι ἐπικρατοῦσιν. λαμβανέσθω δὲ ἐκ τούτων ἐπὶ τοῦ παρόντος τὸ καλούμενον συνημμένον. τοῦτο τοίνυν συνέστηκεν ἐξ ἀξιώματος διαφορουμένου ἢ ἐξ ἀξιωμάτων διαφερόντων <καὶ> διὰ τοῦ εἰ ἢ συνδέσμου, οἷον ἐκ διαφορουμένου μὲν ἀξιώματος καὶ τοῦ “εἰ” συνδέσμου συνέστηκε τὸ τοιοῦτον συνημμένον “εἰ ἡμέρα ἔστιν, ἡμέρα ἔστιν”,