Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 110-4
Not analysed yet
ἐκ διαφερόντων δὲ ἀξιωμάτων καὶ διὰ τοῦ “εἴπερ” συνδέσμου τὸ οὕτως ἔχον “εἴπερ ἡμέρα ἔστι, φῶς ἔστιν”. τῶν δὲ ἐν τῷ συνημμένῳ ἀξιωμάτων τὸ μετὰ τὸν “εἴ” ἢ τὸν “εἴπερ” σύνδεσμον τεταγμένον ἡγούμενόν τε καὶ πρῶτον καλεῖται, τὸ δὲ λοιπὸν λῆγόν τε καὶ δεύτερον, καὶ ἐὰν ἀναστρόφως ἐκφέρηται τὸ ὅλον συνημμένον, οἷον οὕτως “φῶς ἔστιν, εἴπερ ἡμέρα ἔστιν”· καὶ γὰρ ἐν τούτῳ λῆγον μὲν καλεῖται τὸ “φῶς ἔστιν” καίπερ πρῶτον ἐξενεχθέν, ἡγούμενον δὲ τὸ ‘‘ἡμέρα ἔστιν” καίπερ δεύτερον λεγόμενον, διὰ τὸ μετὰ τὸν ‘‘εἴπερ” σύνδεσμον τετάχθαι.