Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 106-8
Not analysed yet
ἄλλος δέ τις φήσει περιμάχητον εἶναι τὸ νικᾶν καὶ τὸ ἡγεῖσθαι τοῖς ζῴοις δι’ αὑτό, ἀνθρώπῳ δ’ οὐ δι’ αὐτό, διὰ δὲ τὴν ἐπακολουθοῦσαν αὐτῷ κατὰ ψυχὴν τέρψιν καὶ γῆθος, προσηνές τι τυγχάνον κατάστημα. καὶ μᾶλλόν γε τοῦτο ἐπ’ ἀνθρώπων ἔστιν ὑπολαβεῖν, ἐφ’ ὧν καὶ τιμὴ καὶ ἔπαινος καὶ δωρεαὶ καὶ δόξαι ἱκανά ἐστιν ᾔδειν καὶ διαχεῖν τὴν 5 |διάνοιαν καὶ παρ’ αὐτὸ τοῦτο κατεξαναστατικὴν αὐτὴν τῶν ὀχληρῶν παρέχειν.