Ancient Greek
107 to 109
Sextus Empiricus, Adversus mathematicos 107-5-109
Not analysed yet
ὅθεν καὶ οἱ μέχρι τελευτῆς ἀριστεύοντες καὶ ὑπὲρ πατρίδος εἰς ἀναίρεσιν αὐτοὺς ἐπιδιδόντες διὰ ταύτην ’ίσως τὴν αἰτίαν ἐπάνδρως ἀγωνίζονται καὶ θνῄσκουσιν· καὶ γὰρ εἰ τελευτῶσι καὶ τοῦ ζῆν μεθίστανται, ἀλλὰ τοί γε ὅτε ζῶσιν ἥδονται καὶ γήθουσι πρὸς τούς ἐπαίνους. εἰκὸς δ’ ἔστιν ἐνίους αὐτῶν καὶ προσδοξάζοντας, ὅτι μετὰ τελευτὴν ὅμοιος αὐτοὺς ἔπαινος περιμένει, προῦπτον αἱρεῖσθαι θάνατον. οὐκ ἀπίθανον δ’ ἄλλους τοῦτο πάσχειν βλέποντας, ὅτι δυσυπομένητα μᾶλλον αὐτοῖς ἔσται τὰ κατὰ τὴν ζωήν, θεασαμένοις (X 62) υἱᾶς τ’ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας καὶ θαλάμους κεραιζομένους καὶ νήπια τέκνα βαλλόμενα ποτὶ γαίῃ ἐν αἰνῇ δηιοτῆτι. δ’ εἰ ὑποτεθέντων φύσει ἀγαθῶν καὶ κακῶν ἐνδέχεται εὐδαιμόνως βιοῦν