Ancient Greek
11 to 12
Sextus Empiricus, Adversus mathematicos 11-9-12
Not analysed yet
οἵ τε παλαιοὶ καὶ τὰ ὅλα διακοσμήσαντες ἀρχὴν τῶν πάντων ὑπέθεντο τόπον, κἀντεῦθεν ὁρμηθεὶς ὁ Ἡσίοδος ἀνεφώηνσεν (Theog. 116)· ἤτοι μὲν πρώτιστα χάος γένετ’, αὐτὰρ ἔπειτα γαῖ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί, χάος λέγων τὸν χωρητικὸν τῶν ὅλων τόπον· μὴ ὑποκειμένου γὰρ τούτου οὔτε γῆ οὔτε ὕδωρ οὔτε τὰ λοιπὰ τῶν στοιχείων, οὐχ ὁ σύμπας κόσμος ἐδύνατο συστῆναι. κἂν κατ’ ἐπίνοιαν δὲ ἅπαντα ἀνέλωμεν, ὁ τόπος οὐκ ἀναιρεθήσεται ἐν ᾧ ἦν τὰ πάντα, ἀλλ’ ὑπομένει, τὰς τρεῖς ἔχων διαστάσεις, μῆκος βάθος πλάτος, χωρὶς ἀντιτυπίας· τοῦτο γὰρ ἴδιον ἦν σώματος. Καὶ ἄλλα δὲ εἰώθασι τοιαῦτα οἱ δογματικοὶ τῶν φιλοσόφων διεξέρχεσθαι πρὸς τὸ καταστῆσαι τὴν ὕπαρξιν τοῦ τόπου. πάντα δὲ μᾶλλον ἢ τοῦτο δύνανται ποιεῖν.