Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 13-8
Not analysed yet
τό τε γὰρ ἀπὸ τῶν μερῶν τοῦ τόπου θέλειν ἐπιλογίζεσθαι τὸ καὶ τόπον ὑπάρχειν τελέως ἐστὶ μειρακιῶδες· ὁ γὰρ μὴ διδοὺς αὐτοῖς εἶναι τὸ ὅλον, οὗτος οὐδὲ τὰ μέρη συγχωρήσει τοῦ ὅλου. καὶ ἄλλως· ἐπεὶ τὰ τινὸς μέρη αὐτὸ ἐκεῖνό ἐστιν οὗ τὰ μέρη καθέστηκεν, δυνάμει ὁ λέγων· “εἰ ἔστι τὰ μέρη τοῦ τόπου, ἔστιν ὁ τόπος” τοῦτό φησιν· “εἰ ἔστιν ὁ τόπος, ἔστιν ὁ τόπος”. ὅπερ ἦν ἄτοπον· αὐτὸ γὰρ τὸ ζητούμενον εἰς τὴν αὐτοῦ πίστιν ὧς ἀζήτητον παρείληπται.