Ancient Greek
111 to 112
Sextus Empiricus, Adversus mathematicos 111-5-112
Not analysed yet
ἡ μὲν οὖν σύστασις τοῦ συνημμένου, ὡς ἐν συντόμοις εἰπεῖν, ἐστὶ τοιαύτη, ἐπαγγέλλεσθαι δὲ δοκεῖ τὸ τοιοῦτον ἀξίωμα ἀκολουθεῖν τῷ ἐν αὐτῷ πρώτῳ τὸ ἐν αὐτῷ δεύτερον καὶ ὄντος τοῦ ἡγουμένου ἔσεσθαι τὸ λῆγον. ὅθεν σῳζομένης μὲν τῆς τοιαύτης ἐπαγγελίας καὶ ἀκολουθοῦντος τῷ ἡγουμένῳ τοῦ λήγοντος ἀληθὲς γίνεται καὶ τὸ συνημμένον, μὴ σῳζομένης δὲ ψεῦδος. διόπερ ἀπὸ τούτου εὐθὺς ἀρξάμενοι σκοπῶμεν εἰ δύναται ἀληθές τι συνημμένον καὶ σῷζον τὴν εἰρημένην ἐπαγγελίαν εὑρεθῆναι. Κοινῶς μὲν γάρ φασιν ἅπαντες οἱ διαλεκτικοὶ ὑγιὲς εἶναι συνημμένον, ὅταν ἀκολουθῇ τῷ ἐν αὐτῷ ἡγουμένῳ τὸ ἐν αὐτῷ λῆγον· περὶ δὲ τοῦ πότε ἀκολουθεῖ καὶ πῶς στασιάζουσι πρὸς ἀλλήλους καὶ μαχόμενα τῆς ἀκολουθίας ἐκτίθενται κριτήρια.