Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 113-7
Not analysed yet
διώκουσι δέ γε συντόνως πάντες ἄνθρωποι τὸ δοξαζόμενον αὐτοῖς ἀγαθὸν καὶ φεύγουσι τὸ ὑποσταθὲν κακόν. πᾶσα ἄρα κακοδαιμονία γίνεται παρὰ τὸ τἀγαθὰ μὲν διώκειν ὧς ἀγαθὰ, τὰ δὲ κακὰ φεύγειν ὡς κακά. ἐπεὶ οὖν ὁ δογματικὸς πεπίστευκεν, ὅτι τόδε ἐστὶ φύσει ἀγαθὸν καὶ τόδε ἐστὶ φύσει κακόν, ἀεὶ τὸ μὲν διώκων τὸ δὲ φεύγων, καὶ διὰ τοῦτο ταραττόμενος, οὐδέποτε εὐδαιμονήσει.