Ancient Greek
111 to 112
Sextus Empiricus, Adversus mathematicos 111-6-112
Not analysed yet
οἱ δ᾿ ἀπὸ τῆς σκέψεως μηδὲν εἰκῇ τιθέντες ἢ ἀναιροῦντες, ἅπανθ’ ὑπὸ τὴν σκέψιν εἰσάγοντες διδάσκουσιν, ὧς τοῖς μὲν φύσει ἀγαθὸν καὶ κακὸν ὑποστησαμένοις ἀκολουθεῖ τὸ κακοδαιμόνως βιοῦν, τοῖς δ’ ἀοριστοῦσι καὶ ἐπέχουσι (δ 565) ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν. καὶ τοῦτο μάθοιμεν ἂν μικρὸν ἄνωθεν προλαβόντες. Πᾶσα τοίνυν κακοδαιμονία γίνεται διά τινα ταραχήν. ἀλλὰ καὶ πᾶσα ταραχὴ παρέπεται τοῖς ἀνθρώποις ἤτοι διὰ τὸ συντόνως τινὰ διώκειν ἢ καὶ διὰ τὸ συντόνως τινὰ φεύγειν.