Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 114-5
Not analysed yet
ἴνα γάρ τι εἰλικρινῶς κινηθῇ, τουτέστιν ὅλον δι’ ὅλου, πρότερον ὀφείλει νοεῖσθαι κατ’ ἐπικράτειαν κινούμενον, ὃν τρόπον ἴνα τις κατ’ εἰλικρίνειαν γένηται πολιός, ὀφείλει κατ’ ἐπικράτειαν πεπολιῶσθαι, καὶ ἴνα τις κατ’ εἰλικρίνειαν ληφθῇ σωρός, ὀφείλει κατ’ ἐπικράτειαν γεγονέναι σωρός· κατὰ τὸν ὅμοιον τρόπον ἡγεῖσθαι δεῖ τῆς κατ’ εἰλικρίνειαν ἐπικράτειάν κατ’ ἐπικράτειαν· ἐπίτασις γὰρ τῆς κατ’ ἐπικράτειάν ἐστιν ἡ κατ’ εἰλικρίνειαν.