Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 115-5
Not analysed yet
οὐχὶ δέ γε ἔστι τις κατ’ ἐπικράτειαν κίνησις, ὧς παραστήσομεν· τοίνυν οὐδ’ ἡ κατ’ εἰλικρίνειαν γενήσεται. ὑποκείσθω γὰρ τριῶν ἀμερῶν συνεστὼς σῶμα, δυεῖν μὲν κινουμένων ἑνὸς δὲ ἀκινητίζοντος· τοῦτο γὰρ ἡ κατ’ ἐπικράτειαν ἀπαιτεῖ κίνησις.