Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 117-5
Not analysed yet
ὁ δ’ αὐτὸς λόγος καὶ περὶ κακοῦ· οὔτε γὰρ ὁ ἐκτὸς ὢν αὐτοῦ ἀμέριμνός ἐστιν, ἱκανῶς ποινηλατούσης αὐτὸν τῆς τε κατὰ τὸ φεύγειν καὶ τῆς κατὰ τὸ προφυλάττεσθαι ταραχῆς, οὔτε ὁ ἐν αὐτῷ καθεστῶς παῦλαν ἔχει τῶν βασάνων, σκεπτόμενος (Ξ 507), πῶς ἂν φύγοι αἰπύν ὄλεθρον.