Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 118-4
Not analysed yet
εἰ δὲ μὴ μᾶλλόν τις λέγοι τι φύσει αἱρετὸν ἢ φευκτὸν μηδὲ μᾶλλον φευκτὸν ἢ αἱρετόν, ἑκάστου τῶν ὑποπιπτόντων πρός τι πὼς ἔχοντος καὶ κατὰ διαφέροντας καιρούς καὶ περιστάσεις νυνὶ μὲν αἱρετοῦ καθεστῶτος, νυνὶ δὲ φευκτοῦ, βιώσεται μὲν εὐδαιμόνως καὶ ἀταράχως, μήτε ἐπ’ ἀγαθῷ ὡς ἀγαθῷ ἐπαιρόμενος μήτε ἐπὶ κακῷ ταπεινούμενος, τὸ μὲν κατ’ ἀνάγκην συμβαῖνον γεννικῶς δεχόμενος, τοῦ δὲ κατὰ δόξαν ὀχληροῦ, καθ’ ἣν κακόν τι παρεῖναι ἢ ἀγαθὸν δοξάζεται, ἐλευθερούμενος. τοῦτο μὴν αὐτῷ παρέσται ἐκ τοῦ μηδὲν φύσει ἀγαθὸν ἢ κακὸν δοξάζειν. οὐκ ἄρα ἔνεστιν εὐδαιμόνως βιοῦν ἀγαθά τινα ἢ κακὰ ὑποστησάμενον.