Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 120
Not analysed yet
Ἤρκει μὲν οὖν ἠπορημένων τῶν στοιχείων τῆς γραμ- ματικῆς πέρας ἐπιτεθεικέναι τῇ ζητήσει· τίς γὰρ ἀπολεί- πεται λόγος περὶ τῶν μετὰ τὰς ἀρχὰς τοῖς τὰς ἀρχὰς οὐκ ἔχουσι γραμματικοῖς; ὅμως δʼ οὖν ἐνδοτέρω προχω- ροῦντας οὐκ ἔστιν ἀλλότριον κἀκείνων δείγματος χάριν ἀποπειραθῆναι. καὶ ἐπεὶ ἐκ στοιχείων αἱ συλλαβαί εἰσι, 〈τὰ〉 περὶ τούτων ἐπισυνάπτωμεν. Περὶ συλλαβῆς Πᾶσα οὖν συλλαβὴ ἢ μακρά ἐστιν ἢ βραχεῖα.