Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 121
Not analysed yet
μακρὰ δὲ γίνεται, φασί, διχῶς, φύσει τε καὶ θέσει, φύσει μὲν τριχῶς, ἢ ὅταν ἔχῃ στοιχεῖον φύσει μακρὸν ὡς ἐπὶ τῆς ἠώς λέξεως, ἑκατέρα γὰρ τούτων τῶν συλλαβῶν ἐστι μακρὰ διὰ τὸ τὴν μὲν τὸ η τὴν δὲ τὸ ω φύσει ἔχειν μα- κρόν, ἢ |ὅταν ἐκ δυοῖν φωναέντων συνεστήκῃ ὡς ἐπὶ τῆς αἰεί λέξεως, αἱ γὰρ δύο συλλαβαὶ μακραὶ τῷ ἑκατέραν ἐκ δυοῖν φωναέντων ὑπάρχειν, ἢ ὅταν κοινὸν ἔχῃ τὸ στοι- χεῖον μακροτόνως παρειλημμένον ὡς ἐπὶ τῆς ‘Ἄρης’· τὸ γὰρ α δίχρονον νῦν μακροτόνως ἐκφέρεται.