Ancient Greek
120 to 121
Sextus Empiricus, Adversus mathematicos 120-3-121
Not analysed yet
ὥστε ἐπεὶ καὶ ὁ κόσμος ὑπὸ φύσεως διοικεῖται πολυμερὴς καθεστώς, εἴη ἄν τι ἐν αὐτῷ τὸ κυριεῦον καὶ τὸ προκαταρχόμενον τῶν κινήσεων. οὐδὲν δὲ δυνατὸν εἶναι τοιοῦτον ἢ τὴν τῶν ὄντων φύσιν, ἥτις θεός ἐστιν. ἔστιν ἄρα θεός. Ἀλλ᾿ ἴσως τινὲς ἐροῦσιν, ὅτι τούτῳ τῷ λόγῳ ἡγεμονικωτάτην εἶναι συμβέβηκε καὶ κυριωτάτην ἐν τῷ κόσμῳ τὴν γῆν καὶ ἡγεμονικώτερον καὶ κυριώτερον τὸν ἀέρα· ἄνευ γὰρ τούτων οὐχ οἷόν τέ ἐστι συστῆναι κόσμον· ὥστε καὶ τὴν γῆν καὶ τὸν ἀέρα φήσομεν εἶναι θεόν.