Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 122-3
Not analysed yet
ὅπερ ἐστὶν εὔηθες, καὶ ὅμοιον τῷ λέγειν κυριώτατον ἐν Γῇ οἰκίᾳ καὶ ἡγεμονικώτατον εἶναι τὸν τοῖχον· ἄνευ γὰρ τούτου μὴ δύνασθαι τὴν οἰκίαν συστῆναι. καθάπερ γὰρ ἐνταῦθα ταῖς μὲν ἀληθείαις ἀδύνατόν ἐστιν ἄνευ τοίχου συστῆναι τὴν οἰκίαν, οὐ μὴν ἡπερφέρει καὶ κρεῖττόν ἐστι τοῦ οἰκοδεσπότου ὁ τοῖχος, οὕτω καὶ ἐπὶ τοῦ κόσμου ἀδύνατον μὲν χωρὶς γῆς καὶ ἀέρος τὴν τοῦ παντὸς σύστασιν γεγέσθαι, οὐ μὴν ταῦτα ὑπερφέρει τῆς διοικούσης τὸν κόσμον φύσεως, ἥτις οὐ διενήνοχε θεοῦ. ἐστιν ἄρα θεός. Τὸ μὲν οὖν γένος τῶν τοιούτων λόγων ἐστὶ τοιοῦτον·