Ancient Greek
120 to 121
Sextus Empiricus, Adversus mathematicos 120-4-121
Not analysed yet
τὰ δὲ λεγόμενά τισι φύσει ἀγαθὰ καὶ κακῶν ἐστι ποιητικά, ὧς διδάξομεν. δυνάμει ἄρα κακά ἐστι τὰ ὑπό τινων λεγόμενα ἀγαθά, καὶ διὰ τοῦτο κακοδαιμονίας τυγχάνει αἴτια. διὰ γὰρ δὴ τὰ τοιαῦτα ἀγαθὰ πάντα ἐστι τὰ κακά, φιλαργυρία τε καὶ φιλοδοξία καὶ φιλονεικία καὶ φιληδονία καὶ τἆλλα, ὁπόσα τούτοις ἐμφερῆ ἐστιν. ἕκαστος γὰρ τῶν ἀνθρώπων τὸ δοξασθὲν ὑπὸ αὐτοῦ ἀγαθόν τε καὶ αἱρετὸν συντόνως διώκων καὶ μετὰ σφοδροῦ πείσματος λεληθότως εἰς τὴν ἀγχίθυρον κακίαν ἐμπίπτει. οἷον (ἔσται γὰρ τὸ λεγόμενον σαφὲς τῶν οἰκείων ἡμῖν τεθέντων ὑποδειγμάτων)