Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 122-4
Not analysed yet
ὁ μὲν τὸν πλοῦτον ἀγαθὸν εἶναι προειληφὼς ὀφείλει πάντα ἐσπευσμένως ποιεῖν εἰς τὸ τυχεῖν τοῦ πλούτου, καὶ ἑκάστοτε πρὸς ἑαυτὸν τὸ κωμικὸν ἀναμελετᾶν παράγγελμα (fr. adesp. 1255 · Kock)· κέρδαιν’ ἑταῖρε καὶ θέρους καὶ χειμῶνος, καὶ τὸ τραγικὸν ἀποδέχεσθαι (Eurip. fr. 324 Nauck)· ὡ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς. τὸ δέ γε πάντα ποιεῖν εἰς τὸ πλούτου τυχεῖν οὐκ ἄλλο τί ἐστιν ἢ φιλαργυρεῖν. ὁ ἄρα τὸν πλοῦτον μέγιστον ἀγαθὸν ἰνδαλλόμενος ἐν τῷ σπεύδειν ἐπὶ τοῦτον γίνεται φιλάργυρος.