Ancient Greek
123 to 124
Sextus Empiricus, Adversus mathematicos 123-4-124
Not analysed yet
πάλιν ὁ τὴν δόξαν αἱρετὴν ὑποτιθέμενος συντόνως ἐφίεται τῆς δόξης, τὸ δὲ συντόνως ἐφίεσθαι τῆς δόξης ἐστὶ φιλοδοξεῖν· τὸ ἄρα τὴν δόξαν αἱρετὸν καὶ φύσει ἀγαθὸν ὑποτίθεσθαι μεγάλου τινὸς κακοῦ γεννητικόν ἐστι, τῆς φιλοδοξίας. καὶ ἐπὶ τῆς ἡδονῆς δὲ ταὐτὸν εὑρήσομεν· τοῖς γὰρ ἐπὶ τὴν τεῦξιν αὐτῆς σπεύδουσιν ἀνάγκη †τινὰ μοχθηρὰ† συνεξακολουθεῖν, τὴν φιληδονίαν. ὥστε εἰ τὸ ποιητικὸν τῶν κακῶν κακόν ἐστι, δέδεικται δὲ τὰ δοξασθέντα τισὶ τῶν φιλοσόφων ἀγαθὰ πάντων τῶν κακῶν ποιητικά, ῥητέον τά τισι δοξασθέντα ἀγαθὰ τῇ δυνάμει τυγχάνειν κακά.