Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 124
Not analysed yet
Ἵνʼ οὖν ᾖ τις βραχεῖα συλλαβή, δεῖ προωμολογῆσθαι ὅτι ἐλάχιστος καὶ βραχὺς ἔστι χρόνος, ἐν ᾧ ὑφίσταται. οὐκ ἔστι δὲ ἐλάχιστος χρόνος· πᾶς γὰρ εἰς ἄπειρον τέμνε- ται, ὡς ἐν τοῖς ὕστερον δείξομεν· εἰ δέ εἰς ἄπειρον τέμνε- ται, οὐκ ἔστιν ἐλάχιστος. οὐκ ἄρα ἔσται βραχεῖα συλλαβὴ βραχὺν ἔχουσα χρόνον. εἰ δὲ λέγοιεν νῦν βραχεῖαν καλεῖν καὶ ἐλαχίστην συλλαβὴν οὐ τὴν πρὸς φύσιν ἐλαχίστην οὖσαν ἀλλὰ τὴν πρὸς αἴσθησιν, ἑαυτοῖς προσαύξουσι τὴν ἀπορίαν.