Ancient Greek
122 to 123
Sextus Empiricus, Adversus mathematicos 122-123
Not analysed yet
οὐκοῦν φύσει τριχῶς μηκύνεται συλλαβή, θέσει δὲ πενταχῶς, ἤτοι ὅταν εἰς σύμφωνα τῶν ἁπλῶν λήγῃ δύο, ἢ ὅταν ἡ μετ’ αὐτὴν συλλαβὴ ἀπὸ συμφώνων δύο ἄρχηται, ἢ ὅταν εἰς σύμψω- νον λήγῃ καὶ ἀπὸ συμφώνου ἡ ἑξῆς ἄρχηται, ἢ ὅταν εἰς διπλοῦν λήγῃ στοιχεῖον, ὅταν μετ αὐτὴν διπλοῦν ἐπι- φέρηται. εἰ δὴ πᾶσα συλλαβὴ ἤτοι μακρά ἐστιν ἢ βραχεῖα κατὰ τοὺς ὑποδεδειγμένους τῆς τεχνολογίας τρόπους, ἐὰν παραστήσωμεν μηδετέραν οὖσαν αὐτῶν, δῆλον ὡς οὐδέ λέξιν ἕξουσιν οἱ γραμματικοί· καθὰ γὰρ τῶν στοιχείων ἀναιρουμένων συναναιροῦνται καὶ αἱ συλλαβαί, οὕτω καὶ τῶν συλλαβῶν μὴ οὐσῶν οὔτε αἱ λέξεις γενήσονται οὔτε κοινῶς τὰ τοῦ λόγου μέρη, διὰ δὲ τοῦτʼ οὐδὲ λόγος.