Ancient Greek
13 to 18
Sextus Empiricus, Adversus mathematicos 13-18
Not analysed yet
εἰ δέ μηδὲν ἀληθὲς διδάσκε- ται, πᾶν τὸ διδασκόμενον ψεῦδός ἐστιν· ὅπερ ἀλογώτατον ὑπάρχει. οὐ τοίνυν τὸ μ ὂν διδάσκεται. ἤτοι γὰρ τὸ διδασκόμενον ψεῦδός ἐστιν ἢ ἀληθές. ἀλλὰ ψεῦδος μὲν ἀλογώτατον, τὸ δὲ ἀληθὲς ὂν ὑπῆρχεν. οὐκ ἄρα τὸ μὴ ὂν διδακτόν. καὶ μὴν οὐδὲ τὸ ὂν τῷ εἶναι διδακτόν ἐστιν, ἐπειδήπερ τῶν ὄντων πάσι φοαινομένων ἐπʼ ἴσης πάντα ἔσται διδακτά. ᾧ ἀκολουθ ήσει τὸ μηδὲν εἶναι διδακτόν· δεῖ γὰρ ὑποκεῖσθαί τι ἐδίδακτον, ἵνα ἐκ τοῦ γινωσκομέ -νοῦ γένηται ἡ τούτου μάθησις. τοίνυν οὐδὲ τὸ ὄν τῷ εἶναι διδάσκεται. Ὁ δὲ ὅμοιος τῆς ἀπορίας γενήσεται τρόπος καὶ πρὸς τοὺς ἐροῦντας τὸ οὐ τι ὂν ἢ τὶ διδάσκεσθαι. εἰ γὰρ τὸ οὖ τι ὂν διδάσκοιτο, ἔσται ᾗ διδάσκεται τί, καὶ διὰ τοῦτο 〈τὸ〉 αὐτὸ τἀναντία οὔτι καὶ τὶ ἔσται, ὅπερ ἦν τῶν ἀδυνάτων. τῷ τε οὔτινι οὐδὲν συμβέβηκεν, διὸ οὐδὲ τὸ διδάσκεσθαι· καὶ γὰρ τοῦτο τῶν συμβεβηκότων ἐστίν. οὐ τοίνυν τὸ οὔτι διδάσκεται. κατὰ δὲ τὴν αὐτὴν ἀναλογίαν καὶ τὸ τὶ τῶν ἀδιδάκτων γενήσεται· εἰ γὰρ διὰ τοῦτο διδακτὸν ἔσται ὅτι ἔστιν, οὐδὲν ἀδίδακτον ἔσται, ᾧ ἕπεται τὸ μηδὲν εἶναι διδακτόν. καὶ μὴν εἰ διδάσκεται 〈τὸ〉 τί, ἤτοι διὰ τῶν οὐτινῶν διδαχθήσεται ἢ διὰ τῶν τινῶν. ἀλλὰ διὰ μέν τῶν οὐτινῶν οὐχ οἷόν τε διδαχθῆναι ἀν- υπόστατα γάρ ἐστι τῇ διανοία ταῦτα κατὰ τούς ἀπὸ τῆς στοᾶς (fr. II 330 Arn.) . λείπεται οὖν διὰ τῶν τινῶν γίνεσθαι τὴν μάθησιν. ὃ πάλιν ἄπορόν ἐστιν· ὥσπερ γὰρ αὐτὸ τὸ διδασκόμενον κατὰ τοῦτο διδάσκεται καθὸ τί ἐστιν, οὕτως ἐπεὶ καὶ τὰ ἐξ ὧν ἡ μάθησις τινά ἐστι, 〈πάντα〉 γενήσεται διδακτά. καὶ ταύτῃ μηδενὸς ὄντος 〈ἀ 〉διδάκτου ἀναιρεῖται ἡ μάθησις.