Ancient Greek
19 to 20
Sextus Empiricus, Adversus mathematicos 19-20
Not analysed yet
Ἄλλως τε, ἐπεὶ τῶν τινῶν τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώματα, δεήσει τὰ διδασκόμενα τινὰ ὄντα ἤτοι σώ- ματα εἶναι ἀσώματα· οὔτε δέ σώματα δύναται ὑπ- άρχειν οὔτε ἀσώματα, ὡς παραστήσομεν· οὐκ ἄρα ἔστι τινὰ διδασκόμενα. Περὶ σώματος Τὸ μὲν οὖν σῶμα, καὶ μιάλιστα κατὰ τοὺς Στωικούς (cf. fr. II 170 Arn.) ,οὐκ ἄν εἴη τῶν διδακτῶν δεῖ γὰρ τὰ διδασκόμενα λεκτὰ τυγχάνειν, τὰ δέ σώματα οὐκ ἔστι λεκτά, διόπερ οὐ διδάσκεται. εἴπερ δέ τὰ σώματα μήτε αἰσθητά ἐστι μήτε νοητά, δῆλον ὡς οὐδὲ διδακτὰ γενήσε- ται. αἰσθητὰ μὲν οὖν οὐκ ἔστιν, ὡς ἐκ τῆς ἐννοίας αὐτῶν συμφανές.