Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 130
Not analysed yet
εἰ γὰρ ὑφέστηκεν, ἤτοι ἐν τῷ προαναφωνουμένῳ φθόγγῳ ὑφέστηκεν ἢ ἐν τῷ ἐπαναφωνουμένῳ. οὔτε δὲ ἐν τῷ προαναφωνουμένῳ οὔτε ἐν τῷ ἐπαναφωνουμένῳ· ἑκάτερος γὰρ αὐτῶν κατ’ ἰδίαν μὴ ὑφεστὼς οὐδὲ τὴν ἀρχὴν συλλαβή ἐστιν ὥστε οὐδὲ ὑφέστηκεν, ὑφεστῶσα δὲ βραχεῖά ἐστιν ἀλλʼ οὐ μακρὰ συλλαβή· οὔτε δὲ ἐν ἀμφο- τέροις· ὁ γὰρ ἕτερος αὐτῶν τοῦ ἑτέρου ὑφεστῶτος οὐχ ὑφέστηκεν, ἐκ δέ τοῦ ὑπάρχοντος καὶ μὴ ὑπάρχοντος οὐ- δὲν ἔστιν ἐπινοῆσαι συγκείμενον ὡς ἐκ μερῶν. οὐκ ἄρα ἔστι τις μακρὰ συλλαβή.