Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 131
Not analysed yet
Ἀνάλογον δὲ τούτοις ἐστὶ καὶ τὰ περὶ λέξεως καὶ τῶν τοῦ λόγου μερῶν ἀπορεῖσθαι ὀφείλοντα. πρῶτον μὲν γάρ, ὡς μικρῷ πρότερον (§123) ὑπεδείκνυμεν, μὴ οὔσης συλλαβῆς μηδὲ λέξιν εἶναι δυνατόν ἐκ συλλαβῶν γὰρ αἱ λέξεις λαμβάνουσι τὴν ὑπόστασιν. εἶτα καὶ κατὰ τὴν αὐτὴν ἔφοδον ἐξέσται προηγουμένως ἐπʼ αὐτῆς τῆς λέξεως τὰς αὐτὰς χειρίζειν ἀπορίας. ἢ γὰρ συλλαβή ἐστιν ἢ ἐκ συλ- λαβῶν συνέστηκεν ὅπως δʼ ἂν ἔχῃ, τὰς ἐκκειμένας ἡμῖν ἐπὶ τῆς συλλαβῆς ἀπορίας ἐπιδέξεται.