Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 130-4
Not analysed yet
οὐ γὰρ εἰ ἔστι τι διῆκον δι’ ἡμῶν τε καὶ ἐκείνων πνεῦμα, εὐθὺς ἔστι τις ἡμῖν δικαιοσύνη πρὸς τὰ ἄλογα τῶν ζῴων. ἰδού γὰρ καὶ διὰ τῶν λίθων καὶ διὰ τῶν φυτῶν πεφοίτηκέ τι πνεῦμα, ὥστε ἡμᾶς αὐτοῖς συνενοῦσθαι, ἀλλ’ οὐδέν ἐστιν ἡμῖν δίκαιον πρὸς τὰ φυτὰ καὶ λίθους, οὐδὲ μὴν τέμνοντες καὶ πρίζοντες τὰ τοιαῦτα τῶν σωμάτων ἀδικοῦμεν.