Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 131-4
Not analysed yet
τί οὖν φασιν οἱ Στωικοὶ δικαιοσύνην τινὰ καὶ ἐπιὑπάρχει πλοκὴν ἔχειν τοὺς ἀνθρώπους πρὸς ἀλλήλους καὶ τοὺς θεούς; οὐ καθόσον ἔστι τὸ ἐληλακὸς διὰ πάντων πνεῦμα, ἐπεὶ ἂν καὶ πρὸς τὰ ἄλογα τῶν ζῴων ἐσῴζετό τι δίκαιον ἡμῖν, ἀλλ᾿ ἐπεὶ λόγον ἔχομεν τὸν ἐπ᾿ ἀλλήλους τε καὶ θεοὺς διατείνοντα, οὗ τὰ ἄλογα τῶν ζῴων μὴ μετέχοντα οὐκ ἂν ἔχοι τι πρὸς ἡμᾶς δίκαιον. ὥστε εἰ ἡ δικαιοσύνη κατά τινα κοινωνίαν ἀνθρώπων πρὸς ἀλλήλους καὶ ἀνθρώπων πρὸς θεοὺς νενόηται, δεήσει μὴ ὄντων θεῶν μηδὲ δικαιοσύνην ὑπαρκτὴν εἶναι. ὑπαρκτὴ δέ ἐστιν ἡ δικαιοσύνη· ῥητέον ἄρα καὶ θεοὺς ὑπάρχειν.