Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 132
Not analysed yet
ἀλλʼ ὅμως ἵνα μὴ καινοτέρων ἐλέγχων ἀπορεῖν δοκῶμεν, προσφωνητέον τι κἀνταῦθα τοῖς γραμματικοῖς. Ὅταν γὰρ μέρη τινὰ λόγου καλῶσιν, οἷον ὄνομα ῥῆμα ἄρθρον καὶ τὰ λοιπά, πόθεν λαβόντες; ἤτοι γὰρ ταῦτα ὅλον τὸν λόγον καλοῦσιν, ἢ ταῦτα μέρη ἐκείνου, μήτε δʼ ἐκείνου ὡς ὅλου νοεῖσθαι δυναμένου μήτε τούτων ὡς με- ρῶν ἐκείνου 〈. . . 〉. λαμβανέσθω δὲ τὰ εἰς τὴν ὑπόθεσιν παρα- δείγματα, ὡς μὴ ἀπῶμεν τῶν τῆς γραμματικῆς θεωρη- μάτων.